ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶφθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰμενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.ὤμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ.δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.ἀλλʼ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸνθεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτεκακὸς φανείην σοί γε πιστεύσας, πάτερ.καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάρινταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖνσπαραγμὸν ἤ τινʼ οἶστρον, ἐς πυράν με θῇς.ἄγʼ ἐγκονεῖτʼ, αἴρεσθε· παῦλά τοι κακῶναὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.ἀλλʼ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.ἄγε νυν, πρὶν τήνδʼ ἀνακινῆσαινόσον, ὦ ψυχὴ σκληρά, χάλυβοςλιθοκόλλητον στόμιον παρέχουσʼ,ἀνάπαυε βοήν, ὡς ἐπίχαρτοντελέουσʼ ἀεκούσιον ἔργον.αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶτούτων θέμενοι συγγνωμοσύνην,μεγάλην δὲ θεῶν ἀγνωμοσύνηνεἰδότες ἔργων τῶν πρασσομένων,οἳ φύσαντες καὶ κλῃζόμενοιπατέρες τοιαῦτʼ ἐφορῶσι πάθη.τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ,τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν,αἰσχρὰ δʼ ἐκείνοις,χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντωντῷ τήνδʼ ἄτην ὑπέχοντι.λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων,μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,