σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵναφανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦνπρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσαμαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼΣελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμηνπρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦνἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶλύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχονκαὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,ἀλλʼ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμονκάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιντοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ.ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις;οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί;ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα,ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται;ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δʼ ὅμως·οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σεσῶμʼ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸςκείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦ