δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνειθυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷςχαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶνοὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι.τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷςνῦν ἐστιν ὥς θʼ ἥμαρτεν οὐχ ἑκουσία.ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖτῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς.λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός;κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς.ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη.χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθενἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιντοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι.οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν.ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸςμάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦφήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ.ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳΤίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν.παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει,τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.