σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕποπέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.αἰαῖ, ἆ τάλας,ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶνἔοικεν ἡ τάλαινα διάβορος νόσος.ὦναξ Ἀίδη, δέξαι μʼ,ὦ Διὸς ἀκτίς, παῖσον,ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτεΝεμέας ἔνοικον, βουκόλων ἀλάστοραλέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸνθηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸςἍιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέωνδράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις.ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένοςτυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας,ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦκἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδεχειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτικαὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως·αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.