ὑπʼ Ἰλίῳ ὤλεσε μὲν σʼ ἕκατι Τροίας,φίλτατε, μυριάδας τε πόλειςἀνδρῶν ἀγαθῶν ἐκένωσεν.ἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών,Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔριςτεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον.περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰςλέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπαςΠάγγαιον ὀργάνοισιν ἐξησκημέναιΜοῦσαι μεγίστην εἰς ἔριν μελῳδίαςκείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμενΘάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην.κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένηκαὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸςδίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέραΣτρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτουςἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτοροςπρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαιἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου,— οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκοςἔδρασε δράσας — μὴ δόκει λεληθέναι.καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομενΜοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,μυστηρίων τε τῶν ἀπορρήτων φανὰςἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦτοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸνσεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕναἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν.καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαιςθρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι.μάτην ἄρʼ ἡμᾶς Θρῄκιος τροχηλάτηςἐδέννασʼ, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.