οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεταιγλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς,οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε·ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼνΠριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺςθάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάληςΤροίαν ἀνάγει πάλιν ἐς πένθηδαίμων ἄλλος, τί φυτεύων;ἔα ἔα. ὦ ὦ.τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,τὸν νεόκμητον νεκρὸν ἐν χειροῖνφοράδην πέμπει;ταρβῶ, λεύσσων τόδε, πῆμα.ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖςτιμὰς ἔχουσα Μοῦσα συγγόνων μίαπάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλονθανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳδόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.ἰαλέμῳ αὐθιγενεῖ,τέκνον, σʼ ὀλοφύρομαι, ὦματρὸς ἄλγος, οἵανἔκελσας ὁδὸν ποτὶ Τροίαν·ἦ δυσδαίμονα καὶ μελέαν,ἀπομεμφομένας ἐμοῦ πορευθείς,ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως.ὤμοι ἐγὼ σέθεν, ὦ φιλίαφιλία κεφαλά, τέκνον, ὤμοι.ὅσον προσήκει μὴ γένους κοινωνίανἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.ὄλοιτο μὲν Οἰνεΐδας,ὄλοιτο δὲ Λαρτιάδας,ὅς μʼ ἄπαιδα γένναςἔθηκεν ἀριστοτόκοιο·ἅ θʼ Ἕλλανα λιποῦσα δόμονΦρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼ