— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,ἢ τευχοφόρων;— δέξαιτο νέων κληδόνα μύθων,οἳ τετράμοιρον νυκτὸς φυλακὴνπάσης στρατιᾶς προκάθηνται.— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,λῦσον βλεφάρων γοργωπὸν ἕδραν,λεῖπε χαμεύνας φυλλοστρώτους,Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ;τί τὸ σῆμα; θρόει·τίνες ἐκ νυκτῶν τὰς ἡμετέραςκοίτας πλάθουσʼ; ἐνέπειν χρή.φύλακες στρατιᾶς.τί φέρῃ θορύβῳ;θάρσει.θαρσῶ.μῶν τις λόχος ἐκ νυκτῶν;οὐκ ἔστι.τί σὺ γὰρφυλακὰς προλιπὼν κινεῖς στρατιάν,εἰ μή τινʼ ἔχων νυκτηγορίαν;οὐκ οἶσθα δορὸς πέλας Ἀργείουνυχίαν ἡμᾶςκοίταν πανόπλους κατέχοντας;— ὁπλίζου χέρα· συμμάχων,Ἕκτορ, βᾶθι πρὸς εὐνάς,ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,ἁρμόσατε ψαλίοις ἵππους.— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;— ποῦ σφαγίων ἔφοροι;— ποῦ δὲ γυμνήτων μόναρχοιτοξοφόροι τε Φρυγῶν;— ζεύγνυτε κερόδετα τόξα νευραῖς.τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ