ᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαιὈδυσσέως τέχναισι τόνδʼ ὀλωλότα.ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸνλεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοιςκήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί.οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι.καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφονκαὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν·φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·τοσόνδε Νύμφην τὴν ἔνερθʼ αἰτήσομαι,τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοιτοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάοςἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτεοὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸςἀνθρωποδαίμων κείσεται βλέπων φάος,Βάκχου προφήτης ὥστε Παγγαίου πέτρανᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦοἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν·τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·σὺ δʼ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.χωρεῖτε, συμμάχους δʼ ὁπλίζεσθαι τάχοςἄνωχθε πληροῦν τʼ αὐχένας ξυνωρίδων.πανοὺς δʼ ἔχοντας χρὴ μένειν Τυρσηνικῆςσάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸντείχη τʼ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖνπέποιθα Τρωσί θʼ ἡμέραν ἐλευθέραν