ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρουγνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθαοὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοιἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχουςτοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάριςξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών.μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼνδιώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχουςΤρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχωντῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνωςπαθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνηνῬήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶνἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένοντὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθαὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς,κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοιτοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτεἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;