ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενονπαίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφειἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμηνπληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸνλαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.ἆ ἆ.ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας.καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳτεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοιπάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,μηδὲν δυσοίζου· πολέμιοι ῎δρασαν τάδε.Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένοςχωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς.πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι,μολόντες ὑμᾶς πολεμίων κατάσκοποιλήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατεοὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκηνπλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ.φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳπόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί.εὖ νυν τόδʼ ἴστε — Ζεὺς ὀμώμοται πατήρ —ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόροςμένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορατὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.ἰὼ ἰώ,μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος,τότʼ ἄρʼ ἔμολον, ὅτε σοιἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν·ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόνῃοὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ,οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοικότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρἔγωγε πάντων.εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγονπύθῃ, κατά με γᾶς