χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,Τροίᾳ κέλσαντʼ ἐπίκουρον;τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸςαἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; —τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία.ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ,ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖκόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸςφυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσινἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖςἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετοκρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶνπρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνουπώλοισι χόρτον, προσδοκῶν ἑωθινὴνζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸνπυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ,ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν·ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα.ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται·ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουνῬήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν·θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχαἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδωνθυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαιπώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖςβάλλει με δυσθνῄσκοντος αἵματος νέου.