ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί.πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸςστείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸντὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳνυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεταιδόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶνφυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός.σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας;φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶνλόγχῃ καθέξω κἀπικείσομαι βαρύς·αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,θεοῦ διδόντος πολεμίους ἄνευ μάχηςφεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶνπέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας,σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύωνφλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειντάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.καίτοι περάσας κοῖλον αὐλώνων βάθος,εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸςφεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;