μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼνκινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶνέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼνοὐδὲν τρανῶς ἀπέδειξας.— πύρʼ αἴθει στρατὸς Ἀργόλας,Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸςἐννύχιος θορύβῳ σκηνάν,νέαν τινʼ ἐφιέμενοιβάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθηναυσιπόρος στρατιά.σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,ἤλυθον ἄγγελος, ὡςμήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃλαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴνμέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισαςθοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸνσύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίουλαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖνκτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ·ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότεςμάντεις ἔπεισαν ἡμέρας μεῖναι φάοςκἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόωνβουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷτεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπινῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοιΦρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·