πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται,ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως,ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδαςεὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία,μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπουβουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ.τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη.τί γὰρ ἄμεινον ἢταχυβάταν νεῶν κατόπταν μολεῖνπέλας ὅ τί ποτʼ ἄρα δαΐοιςπυρὰ κατʼ ἀντίπρῳρα ναυστάθμων δαίεται;νικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸςκινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας.ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα,σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι,σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶνὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ.πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ.τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳθέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν;τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαιπόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν.ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλωῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν,καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα