κρύφιος ἐν πέπλοις.βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις,ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·πολλὰ δὲ τὰνβασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶςἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.ὄλοιτʼ ὄλοιτο πανδίκως,πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.— τί λάσκων; — δυσοίζων.— τί δρᾶσαι; τί ταρβεῖς;— καθʼ ἡμᾶς περᾶσαι — τίνʼ ἀνδρῶν;— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. φεῦ φεῦ.ἔα, ἔα·σῖγα πᾶς ὕφιζʼ· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.ἰὼ ἰώ,συμφορὰ βαρεῖα Θρῃκῶν.συμμάχων τις ὁ στένων.ἰὼ ἰώ,δύστηνος ἐγώ· σύ τʼ, ἄναξ Θρῃκῶν,ὦ στυγνοτάτην Τροίαν ἐσιδών,οἷόν σε βίου τέλος εἷλεν.τίς εἶ ποτʼ ἀνδρῶν συμμάχων; κατʼ εὐφρόνηνἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.ποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω;ποῦ δῆθʼ Ἕκτωρτὸν ὑπασπίδιον κοῖτον ἰαύει;τίνι σημήνω διόπων στρατιᾶςοἷα πεπόνθαμεν, οἷά τις ἡμᾶςδράσας ἀφανῆ φροῦδος, φανερὸνΘρῃξὶν πένθος τολυπεύσας;κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματιἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.ἔρρει στρατιά, πέπτωκεν ἄναξδολίῳ πληγῇ.ἆ ἆ ἆ ἆ,οἵα μʼ ὀδύνη τείρει φονίουτραύματος εἴσω. πῶς ἂν ὀλοίμην;