— τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.— τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;ἵστω. θάρσει.πέλας ἴθι. παῖε πᾶς.ἦ σὺ δὴ Ῥῆσον κατέκτας;ἀλλὰ τὸν κτενοῦντα σὲἴσχε πᾶς τις.οὐ μὲν οὖν.ἆ· φίλιον ἄνδρα μὴ θένῃς.καὶ τί δὴ τὸ σῆμα;Φοῖβος.ἔμαθον· ἴσχε πᾶς δόρυ.οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες;τῇδέ πῃ κατείδομεν.ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον;ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.—τίς ἀνδρῶν ὁ βάς;τίς ὁ μέγα θρασὺς ἐπεύξεταιχέρα φυγὼν ἐμάν;πόθεν νιν κυρήσω;τίνι προσεικάσω,ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶδιά τε τάξεων καὶ φυλάκων ἕδρας;Θεσσαλὸς ἢπαραλίαν Λοκρῶν νεμόμενος πόλιν;ἢ νησιώτην σποράδα κέκτηται βίον;τίς ἦν; πόθεν; ποίας πάτρας;ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;— δοκεῖς γάρ; — τί μὴν οὔ;— θρασὺς γοῦν ἐς ἡμᾶς.— τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; — Ὀδυσσῆ.— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.ἔβα καὶ πάροςκατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων,ῥακοδύτῳ στολᾷπυκασθείς, ξιφήρης