οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις.μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶτιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον,τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶςΜούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλεικἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιονκρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τιςφύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποιἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει,ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοιςτάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά,ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοιχωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴφεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετεσκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;— ἔα ἔα·βάλε βάλε βάλε βάλε.θένε θένε.— τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ.— κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.— δεῦρο δεῦρο πᾶς.