οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυμὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι,τείχη κατασκάψαντα καὶ πυλῶν ἔσωλόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτοροςεὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμηντοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρπαροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον·πόθεν τέτακται βαρβάρου στρατεύματος;ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασενἝκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτωνλευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.ταύτας, κτανόντες δεσπότην, κομίζετε,κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπουτοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπωστείχοντα, φυλάκων ἔκ τινος πεπυσμένονδόξας ἀσήμους πολεμίων μεμβλωκότων.πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτοροςχωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπριςδοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,