— αὐδῶ Λυκίους πέμπτην φυλακὴνβάντας ἐγείρεινἡμᾶς κλήρου κατὰ μοῖραν.Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφοςστάζει διʼ ὤτων; — τευχέων τινὰ κτύπον;οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγωνκλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμηνδεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.ἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων.ἔα·εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτοροςκοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε.τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά.θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.τί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεντὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν.στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶντίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην.οὐκ οὖν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον ΦρυγῶνΠάριν μολόντε χρὴ καρατομεῖν ξίφει;πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸνζητῶν δυνήσῃ τούσδʼ ἀκινδύνως κτανεῖν;αἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖνδράσαντε μηδὲν πολεμίους νεώτερον.πῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμωνκατάσκοπον Δόλωνα σῴζομεν τάδεσκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;πείθεις, πάλιν στείχωμεν· εὖ δʼ εἴη τυχεῖν.ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεωνχωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,εἰ μὴ κτανεῖν σφῷν Ἕκτορʼ ἢ Πάριν θεὸςδίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχονΤροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον,