δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸντὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ.ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεωνφρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπονδέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.— τίνος ἁ φυλακά; τίς ἀμείβειτὰν ἐμάν; πρῶταδύεται σημεῖα καὶ ἑπτάποροιΠλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.— ἔγρεσθε, τί μέλλετε; κοιτᾶνἔγρεσθε πρὸς φυλακάν.οὐ λεύσσετε μηνάδος αἴγλαν;— ἀὼς δὴ πέλας, ἀὼςγίγνεται, καί τις προδρόμωνὅδε γʼ ἐστὶν ἀστήρ.— τίς ἐκηρύχθη πρώτην φυλακήν;— Μυγδόνος υἱόν φασι Κόροιβον.— τίς γὰρ ἐπʼ αὐτῷ; — Κίλικας Παίωνστρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴνβάντας ἐγείρεινκαιρὸς κλήρου κατὰ μοῖραν;— καὶ μὴν ἀΐω· Σιμόεντοςἡμένα κοίταςφοινίας ὑμνεῖ πολυχορδοτάτᾳγήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.— ἤδη δὲ νέμουσι κατʼ Ἴδανποίμνια· νυκτιβρόμουσύριγγος ἰὰν κατακούω.— θέλγει δʼ ὄμματος ἕδρανὕπνος· ἅδιστος γὰρ ἔβαβλεφάροις πρὸς ἀοῦς.— τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶνἝκτωρ ὤτρυνε κατόπταν;— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσαςδιόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.