οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν.οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος.ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέραςεἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοιπέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶνπρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.οὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον.ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίωνστρατηλάταισιν οὐ συναίρεται δόρυ.τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖχὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατονκρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺςκαὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας·ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼνκλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει.ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴνἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶνἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεταιΘυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλαςθάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳκτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα.τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδραςκαὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼπυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχινστήσω πετεινοῖς γυψὶ θοινατήριον.λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορασυλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.