οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματακρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει,ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως·σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτοςκοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέραςπίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσειπέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖνκτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίουπρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί·ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶπέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.ἰὼ ἰώ.φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνονφθόνον ἄμαχον ὕπατοςΖεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.τὸ δὲ νάιον Ἀργόθεν δόρυοὔτε πρίν τινʼ οὔτε νῦνἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοιἈχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,πῶς δʼ Αἴας ὑπομεῖναι;εἰ γὰρ ἐγὼ τόδʼ ἦμαρ εἰσίδοιμʼ, ἄναξ,ὅτῳ πολυφόνουχειρὸς ἀποινάσαιο λόγχᾳ.τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίαςπρᾶξαι παρέξω — σὺν δʼ Ἀδραστείᾳ λέγω —ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλινθῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς,ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλωκαὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί,ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦπόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ,ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδοςοὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί.