Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοιςοὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης.τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶνἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρουςἝλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγανΘρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί,ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆνΘρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμαἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼνπαρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,φίλων νοσούντων ὕστερος βοηδρομεῖς.οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοιςκεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοιςψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦμένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοιςπυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον,καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγωντέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸςλύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶνξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμηνπόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθηςἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδονΤροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνατάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν,ἥκω περάσας ναυσὶ πόντιον στόμα,τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —