τοὺς προπότας παναμερεύ-σει θιάσους ἐρώτωνψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-τοις ὑποδεξίαις ἁμίλ-λαις κατὰ πόντον ἈτρειδᾶνΣπάρταν οἰχομένωνἸλιάδος παρʼ ἀκτᾶς;ὦ φίλος, εἴθε μοισᾷ χερὶ καὶ σῷ δορὶ πρά-ξας τάδʼ ἐς οἶκον ἔλθοις.ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦΠηλεΐδα κατʼ ὄμμα πέλ-ταν δοχμίαν πεδαίρωνσχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί-ζων δίβολόν τʼ ἄκοντα πάλ-λων. σὲ γὰρ οὔτις ὑποστὰςἈργείας ποτʼ ἐν Ἥ-ρας δαπέδοις χορεύσει·ἀλλά νιν ἅδε γᾶκαπφθίμενον Θρῃκὶ μόρῳφίλτατον ἄχθος οἴσει.— ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.καλόν, ὦ Θρῄκη,σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.ἴδε χρυσόδετον σώματος ἀλκήν,κλύε καὶ κόμπους κωδωνοκρότουςπαρὰ πορπάκων κελαδοῦντας.θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρηςὁ Στρυμόνιος πῶλος ἀοιδοῦΜούσης ἥκων καταπνεῖ σε.χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω.χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενονπύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼτείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶςΘρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειντἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο