ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαιμὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρηςἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταιςαἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγωνῬῆσος παρέστω τῇδε σύμμαχος χθονί.Ἀδράστεια μὲν ἁ Διὸςπαῖς εἴργοι στομάτων φθόνον·φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷπροσφιλές ἐστιν εἰπεῖν.ἥκεις, ὦ ποταμοῦ παῖ,ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰνἀσπαστός, ἐπεί σε χρόνῳΠιερὶς μάτηρ ὅ τε καλλιγέφυ-ρος ποταμὸς πορεύειΣτρυμών, ὅς ποτε τᾶς μελῳ-δοῦ Μούσας διʼ ἀκηράτωνδινηθεὶς ὑδροειδὴς κόλπωνσὰν ἐφύτευσεν ἥβαν.σύ μοι Ζεὺς ὁ φαναῖοςἥκεις διφρεύων βαλιαῖσι πώλοις.νῦν, ὦ πατρὶς ὦ Φρυγία,ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριονΖῆνα πάρεστιν εἰπεῖν.ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα