ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας.καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,κλύοντα πλήρη πεδία πολεμίας χερός.φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπαςοἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸςἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμενποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃλεηλατήσων καὶ σὰ πορθήσων σταθμά,πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴνἐδεξάμεσθα καὶ μετέστημεν φόβου.στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένοςστείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμοναἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρονπώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποιςἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶςχαλκῆ μετώποις ἱππικοῖσι πρόσδετοςπολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳθέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλοςγυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ,ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.ὅταν πολίταις εὐσταθῶσι δαίμονες,ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυκαὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.