δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,τὰς πόντιος ΑἰακίδᾳΠηλεῖ δίδωσι δαίμων.ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνοςναύσταθμα βὰς κατιδεῖν· ἄγαμαιλήματος· ἦ σπανία τιςτῶν ἀγαθῶν, ὅταν ᾖδυσάλιος ἐν πελάγεικαὶ σαλεύῃπόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·ἔνι δὲ θράσος ἐν αἰχ-μᾷ· πόθι Μυσῶν ὃς ἐμὰνσυμμαχίαν ἀτίζει;τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺςοὐτάσει ἐν κλισίαις, τετράπουνμῖμον ἔχων ἐπιγαίουθηρός; ἕλοι Μενέλαν,κτανὼν δʼ Ἀγαμεμνόνιονκρᾶτʼ ἐνέγκοιἙλένᾳ κακόγαμβρον ἐς χέρας γόον,ὃς ἐπὶ πόλιν, ὃς ἐπὶγᾶν Τροΐαν χιλιόναυνἤλυθʼ ἔχων στρατείαν.ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελοςεἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροιςἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει.οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια;σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶνστείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.ποίας πατρῴας γῆς ἐρημώσας πέδον;Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα;