πόνος ὅδʼ εὐκλεής·μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.τὰ θεόθεν ἐπιδέτω Δίκα,τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται.στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιοςσκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰνκαὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ,βάσιν τε χερσὶ προσθίαν καθαρμόσαςκαὶ κῶλα κώλοις, τετράπουν μιμήσομαιλύκου κέλευθον πολεμίοις δυσεύρετον,τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλινπέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέωςοἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲςφήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν —ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίαςναὸν ἐμβατεύωνἌπολλον, ὦ δία κεφαλά, μόλε τοξή-ρης, ἱκοῦ ἐννύχιοςκαὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶςἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,ὦ παγκρατές, ὦ Τροΐαςτείχη παλαιὰ δείμας.μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶςἙλλάδος διόπταςἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-κων πατρὸς Ἰλιάδας.Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη,