ἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον.ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολιςΔόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμοννῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιονμισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενονκέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας.ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν.κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν;κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις;καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών.θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖνψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί·ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότεςτὸν Πηλέως φέρουσι θούριον γόνον·δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξΠηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον.αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶνδῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι,ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν·μακάριός γε μὴν κυρήσας ἔσῃ.