βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ,ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον.εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται.ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν,μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον,εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼνμέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν·ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην.ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς.τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου.πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν.κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον.ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼνχωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι,στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματαλελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοιςσοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ.ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίανἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν;ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένηνΔαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμοναἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος