Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος,Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοιμνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνοςξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον.τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπωςἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε·ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖνμνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρωνσπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε·ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼνοἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους,κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλινἝλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα.ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρωνὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί —δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν,Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰςκρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει,Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇχρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσαςἙλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼνΜενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί,τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθραἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι.κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάρινεἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε.ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα.