ὅθεν πεφύκασʼ οἱ στρατηλάται γένος,Φθίας δὲ τοὔνομʼ οὐδαμοῦ κεκλήσεται.πικροὺς δὲ προχύτας χέρνιβάς τʼ ἀνάξεταιΚάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστʼ ἀνήρ,ὃς ὀλίγʼ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγειτυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραιθηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε·ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ.χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα,θήραμα παιδός· ἡ Κλυταιμήστρα δʼ ἐμοὶμάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει.ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιονἐν τῷδʼ ἔκαμνε νόστος· οὐκ ἠρνούμεθʼ ἂντὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην.νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταιςἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγαςἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ,εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται.ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοιμέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι.ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξιακαὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.φεῦ·πῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις,μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν;αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰμισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν.αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους,ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν.ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν·ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν,κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχαὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοιςθανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη·σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.