κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών.εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶνἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυοςμετά τε φιλοχόρου κιθάραςσυρίγγων θʼ ὑπὸ καλαμοεσ-σᾶν ἔστασεν ἰαχάν,ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοιδαιτὶ θεῶν ἔνι Πιερίδεςχρυσεοσάνδαλον ἴχνοςἐν γᾷ κρούουσαιΠηλέως ἐς γάμον ἦλθον,μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν,Κενταύρων ἐν ὄρεσι κλέουσαιΠηλιάδα καθʼ ὕλαν.ὁ δὲ Δαρδανίδας, Διὸςλέκτρων τρύφημα φίλον,χρυσέοισιν ἄφυσσε λοιβὰνἐν κρατήρων γυάλοις,ὁ Φρύγιος Γανυμήδης.παρὰ δὲ λευκοφαῆ ψάμαθονεἱλισσόμεναι κύκλιαπεντήκοντα κόραι γάμουςΝηρέως ἐχόρευσαν.ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳθίασος ἔμολεν ἱπποβάταςΚενταύρων ἐπὶ δαῖτα τὰνθεῶν κρατῆρά τε Βάκχου.μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα,παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶςμάντις ὁ φοιβάδα μοῦσανεἰδὼς γεννάσεινΧείρων ἐξονόμαζεν,ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνωνἀσπισταῖς Πριάμοιο κλεινὰνγαῖαν ἐκπυρώσων,περὶ σώματι χρυσέωνὅπλων Ἡφαιστοπόνωνκεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς