ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ—χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μουχεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγαπᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶνμετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶνὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν,ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶςΧείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσινπαρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί.σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν,τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰςἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιονπόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν,εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμουςἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη.ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ,ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν,ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς,εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένονΝηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο,οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις·ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,