παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.πῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.ὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ.ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.ποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν.Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ.εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων;ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη.οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω.εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος.ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω.παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳτῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως.σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην,νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται,ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών —οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ·οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις,