τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂνἈγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖςπαῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι·εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλουςκαινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι,οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺςθαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ.εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε·ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμουςοὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ,ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια.καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸνστείχω ματεύσων τῶνδε δωμάτων ἔσω.ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ.τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα.ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις;ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων.ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω.ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά.δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν.οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε.ὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει.ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους.