πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,εἰ δὴ φάτις ἔτυμος ὡςἔτυχεν, Λήδα ὄρνιθι πταμένῳΔιὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼἐν δέλτοις Πιερίσινμῦθοι τάδʼ ἐς ἀνθρώπουςἤνεγκαν παρὰ καιρὸν ἄλλως.ποῦ τῶν Ἀχαιῶν ἐνθάδʼ ὁ στρατηλάτης;τίς ἂν φράσειε προσπόλων τὸν Πηλέωςζητοῦντά νιν παῖδʼ ἐν πύλαις Ἀχιλλέα;οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδεθάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδαςἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρωςτῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν.τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέαμένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς,Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοιλέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνονἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν,τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγωντῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων.ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲγυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάροςπροσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν.τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοιὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶσύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.