ἄγυρις Ἑλλάνων στρατιᾶςἀνά τε ναυσὶν καὶ σὺν ὅπλοιςἼλιον ἐς τὸ ΤροίαςΦοιβήιον δάπεδον,τὰν Κασάνδραν ἵνʼ ἀκούωῥίπτειν ξανθοὺς πλοκάμουςχλωροκόμῳ στεφάνῳ δάφναςκοσμηθεῖσαν, ὅταν θεοῦμαντόσυνοι πνεύσωσʼ ἀνάγκαι.στάσονται δʼ ἐπὶ περγάμωνΤροίας ἀμφί τε τείχηΤρῶες, ὅταν χάλκασπις Ἄρηςπόντιος εὐπρῴροιο πλάταςεἰρεσίᾳ πελάζῃΣιμουντίοις ὀχετοῖς,τὰν τῶν ἐν αἰθέρι δισσῶνΔιοσκούρων Ἑλένανἐκ Πριάμου κομίσαι θέλωνἐς γᾶν Ἑλλάδα δοριπόνοιςἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.Πέργαμον δὲ Φρυγῶν πόλινλαΐνους περὶ πύργουςκυκλώσας Ἄρει φονίῳ,λαιμοτόμου κεφαλᾶςσπάσας Πάριν Ἀτρεΐδας,πέρσας κατάκρας πόλιν,θήσει κόρας πολυκλαύτουςδάμαρτά τε Πριάμου.ἁ δὲ Διὸς Ἑλένα κόραπολύκλαυτος ἑδεῖταιπόσιν προλιποῦσα.μήτʼ ἐμοὶμήτʼ ἐμοῖσι τέκνων τέκνοιςἐλπὶς ἅδε ποτʼ ἔλθοι,οἵαν αἱ πολύχρυσοιΛυδαὶ καὶ Φρυγῶν ἄλοχοιστήσουσι παρʼ ἱστοῖςμυθεῦσαι τάδʼ ἐς ἀλλήλας·Τίς ἄρα μʼ εὐπλοκάμου κόμαςῥῦμα δακρυόεν τανύσας