ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.πιθοῦ.μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ,ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοιςτέχνας πορίζω, πανταχῇ νικώμενος.ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳκοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφεινγυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.ἥξει δὴ Σιμόεντα καὶδίνας ἀργυροειδεῖς