εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν.χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραιςπικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι,μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλιςἙλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρνοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμωςδάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοιςπαῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ μεκαὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν,ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας,γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός.ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον.τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος.γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον;Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.φεῦ·σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.