ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶμάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ.καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.ἔα·ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.φεῦ·εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.