τοῖς οὐκ εὐδαίμοσι θνητῶν.στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,τὴν βασίλειαν δεξώμεθʼ ὄχωνἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,μὴ ταρβήσῃ νεωστί μοι μολὸνκλεινὸν τέκνον Ἀγαμέμνονος,μηδὲ θόρυβον μηδʼ ἔκπληξινταῖς Ἀργείαιςξεῖναι ξείναις παρέχωμεν.ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοιςπάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτωνἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπιδέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς·ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢνλήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ μεξέναισι ταῖσδε πλησία σταθεῖσα δός,καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ,ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·