τας, πολλὰν δʼ ἀποθείμαν.—διάφοροι δὲ φύσεις βροτῶν,διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ-θῶς ἐσθλὸν σαφὲς αἰεί·τροφαί θʼ αἱ παιδευόμεναιμέγα φέρουσʼ ἐς τὰν ἀρετάν·τό τε γὰρ αἰδεῖσθαι σοφία,τάν τʼ ἐξαλλάσσουσαν ἔχειχάριν ὑπὸ γνώμας ἐσορᾶντὸ δέον, ἔνθα δόξα φέρεικλέος ἀγήρατον βιοτᾷ.μέγα τι θηρεύειν ἀρετάν,γυναιξὶ μὲν κατὰ Κύπρινκρυπτάν, ἐν ἀνδράσι δʼ αὖκόσμος ἐνὼν ὁ μυριοπλη-θὴς μείζω πόλιν αὔξει.—ἔμολες, ὦ Πάρις, ᾗτε σύ γεβουκόλος ἀργενναῖς ἐτράφηςἸδαίαις παρὰ μόσχοις,βάρβαρα συρίζων, Φρυγίωναὐλῶν Ὀλύμπου καλάμοιςμιμήματα πνείων.εὔθηλοι δὲ τρέφοντο βόες,ὅτε σε κρίσις ἔμηνε θεᾶν,ἅ σʼ Ἑλλάδα πέμπει·ἐλεφαντοδέτων πάροι-θεν δόμων δὲ στὰς Ἑλέναςἐν ἀντωποῖς βλεφάροισινἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼαὐτὸς ἐπτοάθης.ὅθεν ἔρις ἔρινἙλλάδα σὺν δορὶ ναυσί τʼ ἄγειἐς Τροίας πέργαμαἰὼ ἰώ· μεγάλαι μεγάλωνεὐδαιμονίαι· τὴν τοῦ βασιλέωςἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,τὴν Τυνδάρεω τε Κλυταιμήστραν·ὡς ἐκ μεγάλων ἐβλαστήκασʼἐπί τʼ εὐμήκεις ἥκουσι τύχας.θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι