τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ.οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές.τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται;ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον;τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε.οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα.φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοιςλέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο,κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην,Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρηνσφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοιςσυναρπάσουσι καὶ κατασκάψουσι γῆν.τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ,ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸνἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδεμάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών,ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.—μάκαρες οἳ μετρίας θεοῦμετά τε σωφροσύνας μετέ-σχον λέκτρων Ἀφροδίτας,γαλανείᾳ χρησάμενοιμανιάδων οἴστρων, ὅθι δὴδίδυμʼ Ἔρως ὁ χρυσοκόμαςτόξʼ ἐντείνεται χαρίτων,τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ,τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.ἀπενέπω νιν ἁμετέρων,Κύπρι καλλίστα, θαλάμων.εἴη δέ μοι μετρία μὲνχάρις, πόθοι δʼ ὅσιοι,καὶ μετέχοιμι τᾶς Ἀφροδί-