ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλινκαὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν·καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνονμήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικονσὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν,θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος.τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτουςἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι;ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν,Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθενσκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρηςἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμωνμέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκόταστέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶτοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸςπρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴνὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως.ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεταιπλεονεξίαν τε δωμάτων· ἀπέπτυσατοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν.λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν.