ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγαςλωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω·τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτωνπολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσινἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίουτὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν.ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάροςἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετοθυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλταταδώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον;Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα —ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμουςγήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεταιοὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμονγήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε.κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένηνὑπὲρ τυράννων συμφορᾶς καταστένειν.ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸςτοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶςκαὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.