ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια·εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς.οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένωνμύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων.αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας.εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν.ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ.οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τιναςφίλους τʼ ἐπʼ ἄλλους —ὦ Πανελλήνων ἄναξ,Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰκρήνην ἀναψύχουσι θηλύπουν βάσιν,αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόηνκαθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάρινἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρδιῇξε φήμη — παῖδα σὴν ἀφιγμένην.πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονεςἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται;ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ,στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,