Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρέναςἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴνδεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν.μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματαἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς,τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκωςἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω,ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδέναςκαταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγουςμάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνωβλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶςἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαιςεὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶςκαὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχοςἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονεςφιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός,κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος —οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν.οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναιτοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖπαρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,