ρῇδες ἕστασαν θεαί,πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ.—Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοινᾶες ἕστασαν πέλας·ὧν ὁ Μηκιστέως στρατηλάταςπαῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,Καπανέως τε παῖςΣθένελος· Ἀτθίδας δʼ ἄγωνἑξήκοντα ναῦς ὁ Θησέωςπαῖς ἑξῆς ἐναυλόχει, θεὰνΠαλλάδʼ ἐν μωνύχοις ἔχων πτερω-τοῖσιν ἅρμασιν θετόν,εὔσημόν γε φάσμα ναυβάταις.Βοιωτῶν δʼ ὅπλισμα πόντιονπεντήκοντα νῆας εἰδόμανσημείοισιν ἐστολισμένας·τοῖς δὲ Κάδμος ἦνχρύσεον δράκοντʼ ἔχωνἀμφὶ ναῶν κόρυμβα·Λήιτος δʼ ὁ γηγενὴςἆρχε ναΐου στρατοῦ·Φωκίδος δʼ ἀπὸ χθονὸςΛοκρᾶς τε τοῖσδʼ ἴσας ἄγωνναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰνΘρονιάδʼ ἐκλιπὼν πόλιν.—Μυκήνας δὲ τᾶς Κυκλωπίαςπαῖς Ἀτρέως ἔπεμπε ναυβάταςναῶν ἑκατὸν ἠθροϊσμένους·σὺν δʼ Ἄδραστος ἦνταγός, ὡς φίλος φίλῳ,τᾶς φυγούσας μέλαθραβαρβάρων χάριν γάμωνπρᾶξιν Ἑλλὰς ὡς λάβοι.ἐκ Πύλου δὲ ΝέστοροςΓερηνίου κατειδόμανπρύμνας σῆμα ταυρόπουν ὁρᾶν,τὸν πάροικον Ἀλφεόν.—Αἰνιάνων δὲ δωδεκάστολοινᾶες ἦσαν, ὧν ἄναξΓουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας