Ἤλιδος δυνάστορες,οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·Εὔρυτος δʼ ἄνασσε τῶνδε,λευκήρετμον δʼ ἌρηΤάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,Φυλέως λόχευμα,τὰς Ἐχίνας λιπὼννήσους ναυβάταις ἀπροσφόρους.—Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφοςδεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε,τῶν ἆσσον ὥρμει πλάταισινἐσχάταισι συμπλέκωνδώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣςἄιον καὶ ναυβάτανεἰδόμαν λεών·ᾧ τις εἰ προσαρμόσειβαρβάρους βάριδας,νόστον οὐκ ἀποίσεται,ἐνθάδʼ οἷον εἰδόμαννάιον πόρευμα,τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτουμνήμην σῴζομαι στρατεύματος.Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών.ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον.οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί.οὐκ ἂν μεθείμην.οὐδʼ ἔγωγʼ ἀφήσομαι.σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα.ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰςἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ,Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.ἔα·τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.